Add parallel Print Page Options

13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ [a]λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15 καὶ εἰ μὲν ἐκείνης [b]μνημονεύουσιν ἀφ’ ἧς [c]ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· 16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:13 λαβόντες NIV RP ] κομισάμενοι WH Treg
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:15 μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NIV RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:15 ἐξέβησαν WH Treg NIV ] ἐξῆλθον RP